THE HOMERIC HYMNS
ἧστο παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο παῖδ᾽ ὑπὸ κόλπῳ ἔχουσα, νέον θάλος· αἳ δὲ πὰρ αὐτὴν ἔδραμον· ἣ δ᾽ ἄρ᾽ ἐπ᾽ οὐδὸν ἔβη ποσὶ καὶ ῥα μελάθρου κῦρε κάρη, πλῆσεν δὲ θύρας σέλαος θείοιο. τὴν δ᾽ αἰδώς τε σέβας τε ἰδὲ χλωρὸν δέος εἷλεν· 190 εἶξε δέ οἱ κλισμοῖο καὶ ἑδριάασθαι ἄνωγεν. ἀλλ᾽ οὐ Δημήτηρ ὡρηφόρος, ἀγλαόδωρος, ἤθελεν ἑδριάασθαι ἐπὶ κλισμοῖο φαεινοῦ, ἀλλ᾽ ἀκέουσ᾽ ἀνέμιμνε κατ᾽ ὄμματα καλὰ βαλοῦσα, πρίν γ᾽ ὅτε δή οἱ ἔθηκεν Ἰάμβη κέδν᾽ εἰδυῖα 195 πηκτὸν ἕδος, καθύπερθε δ᾽ ἐπ᾽ ἀργύφεον βάλε κῶας. ἔνθα καθεζομένη προκατέσχετο χερσὶ καλύπτρην· δηρὸν δ᾽ ἄφθογγος τετιημένη ἧστ᾽ ἐπὶ δίφρου, οὐδέ τιν᾽ οὔτ᾽ ἔπεϊ προσπτύσσετο οὔτε τι ἔργῳ, ἀλλ᾽ ἀγέλαστος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος 200 ἧστο πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός, πρίν γ᾽ ὅτε δὴ χλεύῃς μιν Ἰάμβη κέδν᾽ εἰδυῖα πολλὰ παρασκώπτουσ᾽ ἐτρέψατο πότνιαν ἁγνήν, μειδῆσαι γελάσαι τε καὶ ἵλαον σχεῖν θυμόν· ἣ δή οἱ καὶ ἔπειτα μεθύστερον εὔαδεν ὀργαῖς. 205 τῇ δὲ δέπας Μετάνειρα δίδου μελιηδέος οἴνου πλήσασ᾽· ἣ δ᾽ ἀνένευσ᾽· οὐ γὰρ θεμιτόν οἱ ἔφασκε πίνειν οἶνον ἐρυθρόν· ἄνωγε δ᾽ ἄρ᾽ ἄλφι καὶ ὕδωρ δοῦναι μίξασαν πιέμεν γλήχωνι τερείνῃ. ἣ δὲ κυκεῶ τεύξασα θεᾷ πόρεν, ὡς ἐκέλευε· 210 δεξαμένη δ᾽ ὁσίης ἕνεκεν πολυπότνια Δηώ * * * *
302