THE HOMERIC HYMNS
Τελφοῦσ᾽, ἐνθάδε δὴ φρονέω περικαλλέα νηὸν ἀνθρώπων τεῦξαι χρηστήριον, οἵτε μοι αἰεὶ ἐνθάδ᾽ ἀγινήσουσι τεληέσσας ἑκατόμβας, ἠμὲν ὅσοι Πελοπόννησον πίειραν ἔχουσιν 250 ἠδ᾽ ὅσοι Εὐρώπην τε καὶ ἀμφιρύτας κατὰ νήσους, χρησόμενοι· τοῖσιν δέ κ᾽ ἐγὼ νημερτέα βουλὴν πᾶσι θεμιστεύοιμι χρέων ἐνὶ πίονι νηῷ. Ὣς εἰπὼν διέθηκε θεμείλια Φοῖβος Ἀπόλλων εὐρέα καὶ μάλα μακρὰ διηνεκές· ἣ δὲ ἰδοῦσα 255 Τελφοῦσα κραδίην ἐχολώσατο εἶπέ τε μῦθον· Φοῖβε ἄναξ ἑκάεργε, ἔπος τί τοι ἐν φρεσὶ θήσω. ἐνθάδ᾽ ἐπεὶ φρονέεις τεῦξαι περικαλλέα νηὸν ἔμμεναι ἀνθρώποις χρηστήριον, οἵτε τοι αἰεὶ ἐνθάδ᾽ ἀγινήσουσι τεληέσσας ἑκατόμβας· 260 ἀλλ᾽ ἔκ τοι ἐρέω, σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσι, πημανέει σ᾽ αἰεὶ κτύπος ἵππων ὠκειάων ἀρδόμενοί τ᾽ οὐρῆες ἐμῶν ἱερῶν ἀπὸ πηγέων· ἔνθα τις ἀνθρώπων βουλήσεται εἰσοράασθαι ἅρματά τ᾽ εὐποίητα καὶ ὠκυπόδων κτύπον ἵππων 265 ἢ νηόν τε μέγαν καὶ κτήματα πόλλ᾽ ἐνεόντα. ἀλλ᾽ εἰ δή τι πίθοιο, σὺ δὲ κρείσσων καὶ ἀρείων ἐσσί, ἄναξ, ἐμέθεν, σεῦ δὲ σθένος ἐστὶ μέγιστον, ἐν Κρίσῃ ποίησαι ὑπὸ πτυχὶ Παρνησοῖο. ἔνθ᾽ οὔθ᾽ ἅρματα καλὰ δονήσεται οὔτε τοι ἵππων 270 ὠκυπόδων κτύπος ἔσται ἐύδμητον περὶ βωμόν, ἀλλά τοι ὣς προσάγοιεν Ἰηπαιήονι δῶρα ἀνθρώπων κλυτὰ φῦλα· σὺ δὲ φρένας ἀμφιγεγηθὼς δέξαι᾽ ἱερὰ καλὰ περικτιόνων ἀνθρώπων. ὣς εἰποῦσ᾽ Ἑκάτου πέπιθε φρένας, ὄφρα οἱ αὐτῇ 275 Τελφούσῃ κλέος εἴη ἐπὶ χθονί, μηδ᾽ Ἑκάτοιο. Ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλ᾽ Ἄπολλον·
342