THE HOMERIC HYMNS
Χαῖρ᾽ ἑλικοβλέφαρε, γλυκυμείλιχε· δὸς δ᾽ ἐν ἀγῶνι νίκην τῷδε φέρεσθαι, ἐμὴν δ᾽ ἔντυνον ἀοιδήν. 20 αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ᾽ ἀοιδῆς.
VII ΕΙΣ ΔΙΟΝΥΣΟΝ
Ἀμφὶ Διώνυσον, Σεμέλης ἐρικυδέος υἱόν, μνήσομαι, ὡς ἐφάνη παρὰ θῖν᾽ ἁλὸς ἀτρυγέτοιο ἀκτῇ ἔπι προβλῆτι νεηνίῃ ἀνδρὶ ἐοικώς, πρωθήβῃ· καλαὶ δὲ περισσείοντο ἔθειραι, κυάνεαι, φᾶρος δὲ περὶ στιβαροῖς ἔχεν ὤμοις 5 πορφύρεον· τάχα δ᾽ ἄνδρες ἐυσσέλμου ἀπὸ νηὸς ληισταὶ προγένοντο θοῶς ἐπὶ οἴνοπα πόντον, Τυρσηνοί· τοὺς δ᾽ ἦγε κακὸς μόρος· οἳ δὲ ἰδόντες νεῦσαν ἐς ἀλλήλους, τάχα δ᾽ ἔκθορον. αἶψα δ᾽ ἑλόντες εἷσαν ἐπὶ σφετέρης νηὸς κεχαρημένοι ἦτορ. 10 υἱὸν γάρ μιν ἔφαντο διοτρεφέων βασιλήων εἶναι καὶ δεσμοῖς ἔθελον δεῖν ἀργαλέοισι. τὸν δ᾽ οὐκ ἴσχανε δεσμά, λύγοι δ᾽ ἀπὸ τηλόσε πῖπτον χειρῶν ἠδὲ ποδῶν· ὃ δὲ μειδιάων ἐκάθητο ὄμμασι κυανέοισι· κυβερνήτης δὲ νοήσας 15 αὐτίκα οἷς ἑτάροισιν ἐκέκλετο φώνησέν τε· Δαιμόνιοι, τίνα τόνδε θεὸν δεσμεύεθ᾽ ἑλόντες, καρτερόν; οὐδὲ φέρειν δύναταί μιν νηῦς εὐεργής. ἢ γὰρ Ζεὺς ὅδε γ᾽ ἐστὶν ἢ ἀργυρότοξος Ἀπόλλων ἠὲ Ποσειδάων· ἐπεὶ οὐ θνητοῖσι βροτοῖσιν εἴκελος, ἀλλὰ θεοῖς, οἳ Ὀλύμπια δώματ᾽ ἔχουσιν. 20
428