< Page:Hesiod, The Homeric Hymns, and Homerica.djvu
This page has been proofread, but needs to be validated.

HESIOD

{| align="center"

|-

|

τετράδ᾽ ἀλεύασθαι φθίνοντός θ᾽ ἱσταμένου τε
ἄλγε᾽ ἃ θυμβορεῖ
[1] μάλα γὰρ[2] τετελεσμένον ἦμαρ.
Ἐν δὲ τετάρτῃ μηνὸς ἄγεσθαι
[3] οἶκον ἄκοιτιν 800
οἰωνοὺς κρίνας, οἳ ἐπ᾽ ἔργματι τούτῳ ἄριστοι.
Πέμπτας δ᾽ ἐξαλέασθαι, ἐπεὶ χαλεπαί τε καὶ αἰναί·
ἐν πέμπτῃ γάρ φασιν Ἐρινύας ἀμφιπολεύειν
Ὅρκον γεινόμενον, τὸν Ἔρις τέκε πῆμ᾽ ἐπιόρκοις.
Μέσσῃ δ᾽ ἑβδομάτῃ Δημήτερος ἱερὸν ἀκτὴν 805
εὖ μάλ᾽ ὀπιπεύοντα ἐυτροχάλῳ ἐν ἀλωῇ
βαλλέμεν, ὑλοτόμον τε ταμεῖν θαλαμήια δοῦρα
νήιά τε ξύλα πολλά, τά τ᾽ ἄρμενα νηυσὶ πέλονται.
τετράδι δ᾽ ἄρχεσθαι νῆας πήγνυσθαι ἀραιάς.
Εἰνὰς δ᾽ ἡ μέσση ἐπὶ δείελα λώιον ἦμαρ, 810
πρωτίστη δ᾽ εἰνὰς παναπήμων ἀνθρώποισιν·
ἐσθλὴ μὲν γάρ θ᾽ ἥ γε
[4] φυτευέμεν ἠδὲ γενέσθαι
ἀνέρι τ᾽ ἠδὲ γυναικί· καὶ οὔποτε πάγκακον ἦμαρ.
Παῦροι δ᾽ αὖτε ἴσασι τρισεινάδα μηνὸς ἀρίστην
ἄρξασθαί τε πίθου καὶ ἐπὶ ζυγὸν αὐχένι θεῖναι 815
βουσὶ καὶ ἡμιόνοισι καὶ ἵπποις ὠκυπόδεσσι,
νῆα πολυκλήιδα θοὴν εἰς οἴνοπα πόντον
εἰρύμεναι· παῦροι δέ τ᾽ ἀληθέα κικλῄσκουσιν.
Τετράδι δ᾽ οἶγε πίθον· περὶ πάντων ἱερὸν ἦμαρ
μέσση· παῦροι δ᾽ αὖτε μετ᾽ εἰκάδα μηνὸς ἀρίστην  820
ἠοῦς γιγνομένης· ἐπὶ δείελα δ᾽ ἐστὶ χερείων.

|}

  1. Guyet : θυμοβορεῖν, MSS.
  2. A : τοι, MSS.
  3. Sittl : ἄγεσθ᾽ εἰς, MSS.
  4. AM : ἥδε, most MSS.

62

This article is issued from Wikisource. The text is licensed under Creative Commons - Attribution - Sharealike. Additional terms may apply for the media files.